Iliad 18.39-96

39 ἔνθ᾽ ἄρ᾽ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε

40 Νησαίη Σπειώ τε Θόη θ᾽ Ἁλίη τε βοῶπις

41 Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια

42 καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ

43 Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε

44 Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα

45 Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια

46 Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα·

47 ἔνθα δ᾽ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα

48 Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τ᾽ Ἀμάθεια

49 ἄλλαι θ᾽ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.

50 τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος· αἳ δ᾽ ἅμα πᾶσαι

51 στήθεα πεπλήγοντο, Θέτις δ᾽ ἐξῆρχε γόοιο·

52 κλῦτε κασίγνηται Νηρηΐδες, ὄφρ᾽ ἐῢ πᾶσαι

53 εἴδετ᾽ ἀκούουσαι ὅσ᾽ ἐμῷ ἔνι κήδεα θυμῷ.

54 ὤ μοι ἐγὼ δειλή, ὤ μοι δυσαριστοτόκεια,

55 ἥ τ᾽ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε

56 ἔξοχον ἡρώων· ὃ δ᾽ ἀνέδραμεν ἔρνεϊ ἶσος·

57 τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς

58 νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω

59 Τρωσὶ μαχησόμενον· τὸν δ᾽ οὐχ ὑποδέξομαι αὖτις

60 οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.

61 ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο

62 ἄχνυται, οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.

63 ἀλλ᾽ εἶμ᾽, ὄφρα ἴδωμι φίλον τέκος, ἠδ᾽ ἐπακούσω

64 ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.

65 Ὣς ἄρα φωνήσασα λίπε σπέος· αἳ δὲ σὺν αὐτῇ

66 δακρυόεσσαι ἴσαν, περὶ δέ σφισι κῦμα θαλάσσης

67 ῥήγνυτο· ταὶ δ᾽ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο

68 ἀκτὴν εἰσανέβαινον ἐπισχερώ, ἔνθα θαμειαὶ

69 Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφ᾽ Ἀχιλῆα.

70 τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,

71 ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,

72 καί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·

73 τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;

74 ἐξαύδα, μὴ κεῦθε· τὰ μὲν δή τοι τετέλεσται

75 ἐκ Διός, ὡς ἄρα δὴ πρίν γ᾽ εὔχεο χεῖρας ἀνασχὼν

76 πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν

77 σεῦ ἐπιδευομένους, παθέειν τ᾽ ἀεκήλια ἔργα.

78 Τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·

79 μῆτερ ἐμή, τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν·

80 ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθ᾽ ἑταῖρος

81 Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων

82 ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δ᾽ Ἕκτωρ

83 δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι

84 καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα

85 ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.

86 αἴθ᾽ ὄφελες σὺ μὲν αὖθι μετ᾽ ἀθανάτῃς ἁλίῃσι

87 ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.

88 νῦν δ᾽ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη

89 παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις

90 οἴκαδε νοστήσαντ᾽, ἐπεὶ οὐδ᾽ ἐμὲ θυμὸς ἄνωγε

91 ζώειν οὐδ᾽ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ

92 πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ,

93 Πατρόκλοιο δ᾽ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.

94 Τὸν δ᾽ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα·

95 ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷ᾽ ἀγορεύεις·

96 αὐτίκα γάρ τοι ἔπειτα μεθ᾽ Ἕκτορα πότμος ἑτοῖμος.