Aeschylus, Agamemnon 503-537

503 ἰὼ πατρῷον οὖδας ᾿Αργείας χθονός,

504 δεκάτῳ σε φέγγει τῷδ᾿ ἀφικόμην ἔτους,

505 πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών.

506 οὐ γάρ ποτ᾿ ηὔχουν τῇδ᾿ ἐν ᾿Αργείᾳ χθονὶ

507 θανὼν μεθέξειν φιλτάτου τάφου μέρος.

508 νῦν χαῖρε μὲν χθών, χαῖρε δ᾿ ἡλίου φάος,

509 ὕπατός τε χώρας Ζεύς, ὁ Πύθιός τ᾿ ἄναξ,

510 τόξοις ἰάπτων μηκέτ᾿ εἰς ἡμᾶς βέλη·

511 ἅλις παρὰ Σκάμανδρον ἦσθ᾿ ἀνάρσιος,

512 νῦν δ᾿ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος,

513 ἄναξ ῎Απολλον. τούς τ᾿ ἀγωνίους θεοὺς

514 πάντας προσαυδῶ, τόν τ᾿ ἐμὸν τιμάορον

515 ῾Ερμῆν, φίλον κήρυκα, κηρύκων σέβας,

516 ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλιν

517 στρατὸν δέχεσθαι τὸν λελειμμένον δορός.

518 ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι,

519 σεμνοί τε θᾶκοι, δαίμονές τ᾿ ἀντήλιοι,

520 εἴ που πάλαι, φαιδροῖσι τοισίδ᾿ ὄμμασι

521 δέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ.

522 ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρων

523 καὶ τοῖσδ᾿ ἅπασι κοινὸν ᾿Αγαμέμνων ἄναξ.

524 ἀλλ᾿ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπει,

525 Τροίαν κατασκάψαντα τοῦ δικηφόρου

526 Διὸς μακέλλῃ, τῇ κατείργασται πέδον.

528 καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός.

529 τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριον

530 ἄναξ ᾿Ατρείδης πρέσβυς, εὐδαίμων ἀνήρ,

531 ἥκει, τίεσθαι δ᾿ ἀξιώτατος βροτῶν

532 τῶν νῦν· Πάρις γὰρ οὔτε συντελὴς πόλις

533 ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον.

534 ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκην

535 τοῦ ῥυσίου θ᾿ ἥμαρτε καὶ πανώλεθρον

536 αὐτόχθονον πατρῷον ἔθρισεν δόμον.

537 διπλᾶ δ᾿ ἔτεισαν Πριαμίδαι θἀμάρτια.